Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.119.1 | Hdt. 3.119.5 (English) | >>Hdt. 3.120.2 |
3.119.3 ἡ δὲ γυνὴ τοῦ Ἰνταφρένεος φοιτῶσα ἐπὶ τὰς θύρας τοῦ βασιλέος κλαίεσκε ἂν καὶ ὀδυρέσκετο · ποιεῦσα δὲ αἰεὶ τὠυτὸ τοῦτο τὸν Δαρεῖον ἔπεισε οἰκτεῖραί μιν . πέμψας δὲ ἄγγελον ἔλεγε τάδε · “ὦ γύναι , βασιλεύς τοι Δαρεῖος διδοῖ ἕνα τῶν δεδεμένων οἰκηίων ῥύσασθαι τὸν βούλεαι ἐκ πάντων .”
3.119.4 ἡ δὲ βουλευσαμένη ὑπεκρίνετο τάδε · “εἰ μὲν δή μοι διδοῖ βασιλεὺς ἑνὸς τὴν ψυχήν , αἱρέομαι ἐκ πάντων τὸν ἀδελφεόν .”
3.119.5 πυθόμενος δὲ Δαρεῖος ταῦτα καὶ θωμάσας τὸν λόγον , πέμψας ἠγόρευε · “ὦ γύναι , εἰρωτᾷ σε βασιλεύς , τίνα ἔχουσα γνώμην , τὸν ἄνδρα τε καὶ τὰ τέκνα ἐγκαταλιποῦσα , τὸν ἀδελφεὸν εἵλευ περιεῖναί τοι , ὃς καὶ ἀλλοτριώτερός τοι τῶν παίδων καὶ ἧσσον κεχαρισμένος τοῦ ἀνδρός ἐστι .”
3.119.6 ἡ δʼ ἀμείβετο τοισίδε · “ὦ βασιλεῦ , ἀνὴρ μέν μοι ἂν ἄλλος γένοιτο , εἰ δαίμων ἐθέλοι , καὶ τέκνα ἄλλα , εἰ ταῦτα ἀποβάλοιμι · πατρὸς δὲ καὶ μητρὸς οὐκέτι μευ ζωόντων ἀδελφεὸς ἂν ἄλλος οὐδενὶ τρόπῳ γένοιτο . ταύτῃ τῇ γνώμῃ χρεωμένη ἔλεξα ταῦτα .”
3.119.7 εὖ τε δὴ ἔδοξε τῷ Δαρείῳ εἰπεῖν ἡ γυνή , καί οἱ ἀπῆκε τοῦτόν τε τὸν παραιτέετο καὶ τῶν παίδων τὸν πρεσβύτατον , ἡσθεὶς αὐτῇ , τοὺς δὲ ἄλλους ἀπέκτεινε πάντας . τῶν μὲν δὴ ἑπτὰ εἷς αὐτίκα τρόπῳ τῷ εἰρημένῳ ἀπολώλεε .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.119.1 | Hdt. 3.119.5 (English) | >>Hdt. 3.120.2 |